Περί...

Loading...
Προσευχητάρι
Τροπάρια τής εβδομάδος / Απολυτίκια κατά τάξιν αγίων
Κοινοποίηση

Τῇ ΔΕΥΤΕΡA, τῶν Ἀρχαγγέλων

Ἀπολυτίκιον, Ἦχος δ’.

Τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Θεοτοκίον, Ἦχος δ’.

Τῇ ἀνατραφείσῃ ἐν τῷ ναῷ εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριὴλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε· Χαῖρε εὐλογημένη· Χαῖρε δεδοξασμένη ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον, Ἦχος β’.

ρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.


Τῇ ΤΡΙΤH, τοῦ Τιμίου Προδρόμου

Ἀπολυτίκιον, Ἦχος β’.

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος β’.

Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.

Κοντάκιον, Ἦχος πλ. β’.

Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.


Τῇ ΤΕΤΑΡΤH καὶ ΠΑΡΑΣΚΕΥH, τοῦ Σταυροῦ

Ἀπολυτίκιον, Ἦχος α’.

Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.

Σταυροθεοτοκίον, Ἦχος α’.

Οἱ τὴν σὴν προστασίαν κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες εὐσεβῶς μεγαλύνομεν.

Κοντάκιον, Ἦχος δ’.

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς Σου δώρησαι, Χριστὲ ὁ Θεὸς εὔφρανον ἐν τῇ δυνάμει Σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν Σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.


Τῇ ΠΕΜΠΤΗ, τῶν Ἁγίων Ἀποστόλων

Ἀπολυτίκιον, Ἦχος γ’.

πόστολοι ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ ἕτερον, τοῦ Ἁγίου Νικολάου

Ἀπολυτίκιον, Ἦχος δ’.

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος δ’.

Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων, Ἦχος β´.

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν Σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν Σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ἕτερον τοῦ Ἁγίου Νικολάου, Ἦχος γ’.

ν τοῖς Μύροις, Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γάρ, Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου· ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.


Τῷ ΣΑΒΒΑΤΩ, πάντων τῶν ἑορταζομένων

Ἁγίων καὶ τῶν Κεκοιμημένων

Ἀπολυτίκιον, Ἦχος β’.

πόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν Αὐτὸν ὡς Ἀγαθὸν ἱκετεύσατε· σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἕτερον τῶν κεκοιμημένων, Ἦχος πλ. δ’.

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων Σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.

Θεοτοκίον, Ἦχος β’.

Μῆτερ Ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Κοντάκιον, Ἦχος πλ. δ’.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.


ΑΠΟΛΥΤΙΚΙΑ

ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

Εἰς Προφήτην, Ἦχος β’.

Τοῦ προφήτου Σου (. . .) τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾽ αὐτοῦ Σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς Ἀπόστολον, Ἦχος γ’.

πόστολε Ἅγιε (. . .), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Εἰς Ἀπόστολον καὶ Εὐαγγελιστήν, Ἦχος γ’.

πόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ (. . .), πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Εἰς Ἱεράρχην, Ἦχος δ’.

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα (. . .)· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς Ἱερομάρτυρα, Ἦχος δ’.

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς (. . .)· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς Μάρτυρα, Ἦχος δ’.

Μάρτυς Σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ Σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν Σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς Μάρτυρας, Ἦχος δ’.

Οἱ Μάρτυρές Σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ Σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν Σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς Ὅσιον, Ἦχος α’.

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν (. . .)· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Εἰς Ὅσιον ἕτερον, Ἦχος πλ. δ’.

Ταῖς τῶν δακρύων σου ῥοαῖς τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν· (. . .), πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς Ὁσίους ἕτερον, Ἦχος δ’.

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν Σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Εἰς Μάρτυρα γυναῖκα, Ἦχος δ’.

ἀμνάς Σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ Σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ Σου· καὶ πάσχω διὰ Σέ, ὡς βασιλεύσω σὺν Σοί, καὶ θνῄσκω ὑπὲρ Σοῦ, ἵνα καὶ ζήσω ἐν Σοί· ἀλλ’ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν Σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῷσον τὰς ψυχὰς ἡμῶν.

Εἰς Ὁσίαν γυναῖκα, Ἦχος πλ. δ’.

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ καὶ πράττουσα ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία (. . .), τὸ πνεῦμά σου.

Εἰς Ἀρχάγγελον, Ἦχος δ’.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λύτρωσε ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Εἰς Ὁμολογητάς, Ἦχος πλ. δ’.

ρθοδοξίας Ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων (1) θεόπνευστον ἐγκαλλώπισμα, (….) σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

(1) Εἰς περιπτώσεις Ἱεραρχῶν Ὁμολογητῶν, ἀντὶ τῶν Μοναζόντων λέγε Ἀρχιερέων.