Περί...

Loading...
Προσευχητάρι
Εὐχαὶ τῆς τραπέζης
Κοινοποίηση
Εὐχὴ πρὸ τοῦ Μεσημβρινοῦ γεύματος.

Εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἡμῶν, δόξα σοί.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Μετὰ τὸ Γεῦμα.

Εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἡμῶν, δόξα σοί.

Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων Σου ἀγαθῶν. Μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου Σου Βασιλείας, ἀλλ’ ὡς ἐν μέσω τῶν Μαθητῶν Σου παρεγένου, Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ’ ἡμῶν καὶ σῷσον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχὴ πρὸ τοῦ Δείπνου.

Εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἡμῶν, δόξα σοί.

Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Μετὰ τὸν Δεῖπνον.

Εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἡμῶν, δόξα σοί.

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου, αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσωμεν· ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησας ἡμᾶς. Ἀμήν.