Περί...

Loading...
Προσευχητάρι
Εὐχαὶ πρὸ τοῦ ὕπνου
Κοινοποίηση

Εὐχὴ εἰς τὴν Κυρίαν Θεοτόκον
ἐπὶ τῇ ἐνοχλήσει πονηρῶν λογισμῶν.

Παναγία Δέσποινά μου Θεοτόκε, ἀποδίωξον ἀπ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου, τὴν ἀκηδείαν, τὴν λήθην, τὴν ἄγνοιαν, τὴν ἀμέλειαν καὶ πάντας τοὺς πονηροὺς λογισμούς καὶ αἰσχροὺς καὶ βλασφήμους ἀποσόβησον ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ ἐκ τῆς μεμολυσμένης μου ψυχῆς καὶ τοῦ ἐσκοτισμένου μου νοός, καὶ κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν καὶ ἐλέησόν με ἀπὸ τῶν ἐπερχομένων μοι πονηρῶν ἐνθυμήσεων καὶ προλήψεων, καὶ πασῶν τῶν κακῶν μου ἐλευθέρωσον πράξεων, τῶν ἐν νυκτὶ καὶ ἡμέρᾳ ὅτι ὑπερευλογημένη ὑπάρχεις, καὶ τὸ ὄνομά σου τὸ Ἅγιον δεδοξασμένον εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εὐχὴ τοῦ Ἁγίου Εὐφραὶμ τοῦ Σύρου.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἁγίαν Σου Μητέρα τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεων· Αὐτός, Πανάγαθε, διὰ τῶν πρεσβειῶν αὐτῆς καὶ πάντων Σου τῶν Ἁγίων, παρακλήθητι, καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ Σου, εἴ τι ἥμαρτον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος, τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας, καὶ πολλῆς μου ῥαθυμίας, καὶ ἀμελείας γεγενημένα· εἴτε τὸ ὄνομά Σου τὸ Ἅγιον ὥμοσα, εἴτε ἐπιώρκησα, ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἢ ἔν τινι Σὲ παρώργησα, ἢ ἔκλεψα, ἢ ἐψευσάμην, ἢ φίλος παρέβαλε πρὸς ἐμὲ καὶ παρεῖδον αὐτόν, ἢ ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ  ἱσταμένου μου ἐν προσευχῇ καὶ ψαλμωδίᾳ, ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ πονηρὰ καὶ βιωτικὰ περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μάταιον ἐθεασάμην καὶ ὑπ᾽ αὐτοῦ ἐθέλχθην τὸν νοῦν, ἢ τὰ μὴ δέοντα ἐφλυάρησα, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιεργασάμην καὶ κατέκρινα αὐτόν, καὶ τὰ ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παρεβλεψάμην, εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τὴν ἐντολὴν τοῦ Πνευματικοῦ μου Πατρὸς ἠθέτησα, καὶ αὐτὴν οὐκ ἐφύλαξα, εἴτε τι ἄλλο πονηρὸν ἐπενόησα. Ταῦτα πάντα καὶ ἄλλα, ἅπερ ἔπραξα καὶ οὐ μέμνημαι, συγχώρησόν μοι ὁ Θεὸς τῷ ἀχρείῳ δούλῳ Σου καὶ ἐλέησόν με ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σε, σὺν τῷ Πατρί, καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε· τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον· τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον· τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι καὶ ἴασιν δώρησαι· τοὺς ἐν θαλάσσῃ κυβέρνησον· τοῖς ἐν ὁδοιπορίαις συνόδευσον· τοῖς ἐν ἀέρι ἐπίστηθι· τῷ Βασιλεῖ συμμάχησον, τοῖς διακονοῦσι καὶ ἐλεοῦσιν ἡμᾶς ἁμαρτιῶν ἄφεσιν δώρησαι· τοῖς ἐντειλαμένοις ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὑτῶν συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος. Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὑτούς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὑτοὺς ἀπὸ πάσης περιστάσεως. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὑτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· καὶ φώτισον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεως σου· καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου· πρεσβείαις τῆς παναχράντου σου Μητρός Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.